Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.157 Dem. 20.161 (English) >>Dem. 20.163

20.159μηδαμῶς, ἄνδρες Ἀθηναῖοι· μὴ βούλεσθε δοκεῖν πλείω πεποιῆσθαι σπουδὴν ὅπως μηδενὶ τῶν εὖ τι ποιούντων ὑμᾶς χάριν ἐξέσται κομίσασθαι ὅπως μηδεὶς φόνος ἐν τῇ πόλει γενήσεται· ἀλλʼ ἀναμνησθέντες τῶν καιρῶν, παρʼ οὓς εὖ πεπονθότες εὖ πεποιήκατε τοὺς εὑρομένους, καὶ τῆς Δημοφάντου στήλης περὶ ἧς εἶπε Φορμίων, ἐν γέγραπται καὶ ὀμώμοται, ἄν τις ἀμύνων τι πάθῃ τῇ δημοκρατίᾳ, τὰς αὐτὰς δώσειν δωρειὰς ἅσπερ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι, καταψηφίσασθε τοῦ νόμου. οὐ γὰρ ἔνεστʼ εὐορκεῖν, εἰ μὴ τοῦτο ποιήσετε.

20.160παρὰ πάντα δὲ ταῦτʼ ἐκεῖνʼ ἔτʼ ἀκούσατέ μου. οὐκ ἔνι τοῦτον ἔχειν καλῶς τὸν νόμον, ὃς περὶ τῶν παρεληλυθότων καὶ τῶν μελλόντων ταὐτὰ λέγει. “μηδένʼ εἶναίφησινἀτελῆ πλὴν τῶν ἀφʼ Ἁρμοδίου καὶ Ἀριστογείτονος.” καλῶς. “μηδὲ τὸ λοιπὸν ἐξεῖναι δοῦναι.” μηδʼ ἂν τοιοῦτοί τινες γένωνται, Λεπτίνη; εἰ τὰ πρὸ τοῦ κατεμέμφου, τί;μὴ καὶ τὰ μέλλοντʼ ᾔδεις; 20.161ὅτι νὴ Δία πόρρω τοῦ τι τοιοῦτον νῦν ἐλπίζειν ἐσμέν. καὶ εἴημέν γʼ, ἄνδρες Ἀθηναῖοι· ἀλλὰ χρή γʼ ἀνθρώπους ὄντας τοιαῦτα καὶ λέγειν καὶ νομοθετεῖν οἷς μηδεὶς ἂν νεμεσήσαι, καὶ τἀγαθὰ μὲν προσδοκᾶν καὶ τοῖς θεοῖς εὔχεσθαι διδόναι, πάντα δʼ ἀνθρώπινʼ ἡγεῖσθαι. οὐδὲ γὰρ ἂν Λακεδαιμόνιοί ποτʼ ἤλπισαν εἰς τοιαῦτα πράγματʼ ἀφίξεσθαι, οὐδέ γʼ ἴσως Συρακόσιοι, τὸ πάλαι δημοκρατούμενοι καὶ φόρους Καρχηδονίους πραττόμενοι καὶ πάντων τῶν περὶ αὑτοὺς ἄρχοντες καὶ ναυμαχίᾳ νενικηκότες ἡμᾶς, ὑφʼ ἑνὸς γραμματέως, ὃς ὑπηρέτης ἦν, ὥς φασι, τυραννήσεσθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 20.157 Dem. 20.161 (English) >>Dem. 20.163

Powered by PhiloLogic